Απολυτίκιον-κοντάκιον-Μεγαλυνάριον

Ἀπολυτίκιον
Ἀνδρείαν καὶ φρόνησιν, σὺ κεκτημένη σεμνή, ἀνδρείως κατεπάτησας ὄφιν ἀρχέκακον, Μαρίνα πανεύφημε, ἤσχυνας Ὀλυμβρίου τᾶς πικρᾶς τιμωρίας, εὐφρανας Ἀσωμάτων τᾶς χορείας ἀθλοῦσα, διὸ ἀπαύστως πρέσβευε Χριστῷ, εἰς τὸ σωθήναι ἠμᾶς.

Ἕτερον Ἀπολυτίκιον  (Κατέβασμα)
Ἦχος πλ. α’. Τόν συνάναρχον Λόγον.
Μνηστευθεῖσα τῷ Λόγῳ Μαρίνα ἔνδοξε, τῶν ἐπιγείων τὴν σχέσιν πᾶσαν κατέλιπες, καὶ ἐνήθλησας λαμπρῶς ὡς καλλιπάρθενος· τὸν γὰρ ἀόρατον ἐχθρὸν κατεπάτησας στερρῶς ὀφθέντα σοὶ Ἀθληφόρε. Καὶ νῦν πηγάζεις τῷ κόσμῳ τῶν ἰαμάτων τὰ δωρήματα.

Ἕτερον Ἀπολυτίκιον
Ἦχος δ’.
Ἡ ἀμνάς σου Ἰησοῦ, κράζει μεγάλη τῇ φωνῇ. Σὲ Νυμφίε μου ποθῶ, καὶ σὲ ζητοῦσα ἀθλῶ, καὶ συσταυροῦμαι καὶ συνθάπτομαι τῷ βαπτισμῷ σου· καὶ πάσχω διὰ σέ, ὡς βασιλεύσω σὺν σοί, καὶ θνήσκω ὑπὲρ σοῦ, ἵνα καὶ ζήσω ἐν σοί· ἀλλ᾽ ὡς θυσίαν ἄμωμον προσδέχου τὴν μετὰ πόθου τυθεῖσάν σοι. Αὐτῆς πρεσβείαις, ὡς ἐλεήμων, σῶσον τὰς ψυχὰς ἡμῶν.

Κοντάκιον
Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Παρθενίας κάλλεσι, πεποικιλμένη παρθένε, ἀκηράτοις στέμμασιν, ἐστεφανώθης Mαρίνα, αἵμασι, τοῦ μαρτυρίου δε φοινιχθεῖσα, θαύμασι καταλαμπρύνθης τῶν ἰαμάτων, καὶ τῆς νίκης τὰ βραβεῖα, ἐδέξω Μάρτυς χειρὶ τοῦ Κτίστου σου.

Ὁ Οἶκος
Τῷ νυμφίῳ Χριστῷ, ἔρωτι τῆς καρδίας σου ἀπὸ βρέφους σεμνὴ πυρποληθεῖσα, ἔδραμες, δορκὰς ὡς διψῶσα πηγαῖς ἀειρύτοις, Παρθενομάρτυς, καὶ τῇ ἀθλήσει σεαυτήν συντηρήσασα, ἐν τῷ ἀφθάρτῳ ὄντως τοῦ Κτίστου σου, νύμφη εὐκλεής, θαλάμῳ ἔφθασας ἐστολισμένη, πεποικιλμένη, στεφανηφόρος, νικητὴς λαμπαδηφόρος, εὐθαλής, ἀφθάρτου νυμφῶνος τυχοῦσα, καὶ δεξαμένη ὡς χρυσίον, βραβεῖα νίκης τῆς σῆς ἀθλήσεως.

Μεγαλυνάριον
Την Λαμπάδα πάντες Τη φαεινήν, και της παρθενίας, τον ασύλλητον θυσαυρόν, τη νύμφη Κυρίου, και Άσπιλον Αμνάδα, Μαρίναν την αγίαν, ύμνοις τιμήσωμεν.